Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.106 Joseph. AJ 7.110 (English) >>Joseph. AJ 7.114

7.109οὐκ αὐτῷ δὲ πολεμοῦντι μόνον καὶ τῆς στρατιᾶς ἡγουμένῳ τὸ νικᾶν καὶ κατορθοῦν παρεῖχεν θεός, ἀλλὰ καὶ πέμψαντος αὐτοῦ μετὰ δυνάμεως εἰς τὴν Ἰδουμαίαν Ἀβεσσαῖον τὸν Ἰωάβου τοῦ ἀρχιστρατήγου ἀδελφὸν διʼ ἐκείνου τὴν τῶν Ἰδουμαίων νίκην ἔδωκε· μυρίους γὰρ αὐτῶν καὶ ὀκτακισχιλίους Ἀβεσσαῖος διέφθειρε τῇ μάχῃ. καὶ τὴν Ἰδουμαίαν ἅπασαν φρουραῖς διαλαβὼν βασιλεὺς φόρους ὑπέρ τε τῆς χώρας καὶ τῆς ἑκάστου κεφαλῆς παρʼ αὐτῶν ἐδέχετο. 7.110ἦν δὲ καὶ δίκαιος τὴν φύσιν καὶ τὰς κρίσεις πρὸς τὴν ἀλήθειαν ἀφορῶν ἐποιεῖτο. στρατηγὸν δὲ ἁπάσης εἶχε τῆς στρατιᾶς τὸν Ἰώαβον· ἐπὶ δὲ τῶν ὑπομνημάτων Ἰωσάφατον υἱὸν Ἀχίλου κατέστησεν· ἀπέδειξε δʼ ἐκ τῆς Φινεέσου οἰκίας τὸν Σάδωκον ἀρχιερέα μετʼ Ἀβιαθάρου, φίλος γὰρ ἦν αὐτῷ· γραμματέα δὲ Σισὰν ἐποίησε· Βαναίᾳ δὲ τῷ Ἰωάδου τὴν τῶν σωματοφυλάκων ἀρχὴν παραδίδωσιν· οἱ δὲ πρεσβύτεροι παῖδες αὐτοῦ περὶ τὸ σῶμα καὶ τὴν τούτου φυλακὴν ἦσαν. 7.111

Ἐμνήσθη δὲ καὶ τῶν πρὸς Ἰωνάθην τὸν Σαούλου παῖδα συνθηκῶν καὶ ὅρκων καὶ τῆς ἐκείνου πρὸς αὐτὸν φιλίας τε καὶ σπουδῆς· πρὸς γὰρ τοῖς ἄλλοις ἅπασιν ἀγαθοῖς οἷς εἶχεν ἔτι καὶ μνημονικώτατος τῶν εὖ ποιησάντων παρὰ τὸν ἄλλον χρόνον ὑπῆρχε. 7.112προσέταξεν οὖν ἀναζητεῖν εἴ τις ἐκ τοῦ γένους αὐτοῦ σώζεται, τὰς ἀμοιβὰς ἃς ὤφειλεν Ἰωνάθῃ τῆς ἑταιρίας ἀποδώσει· ἀχθέντος οὖν τινος ἠλευθερωμένου μὲν ὑπὸ Σαούλου δυναμένου δὲ γινώσκειν τοὺς ἐκ τοῦ γένους αὐτοῦ περιόντας, ἀνέκρινεν εἴ τινα ἔχοι λέγειν τῶν Ἰωνάθῃ προσηκόντων ζῶντα καὶ κομίσασθαι τὰς τῶν εὐεργεσιῶν χάριτας δυνάμενον, ὧν καὶ αὐτὸς ἔτυχε παρὰ Ἰωνάθου.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.106 Joseph. AJ 7.110 (English) >>Joseph. AJ 7.114

Powered by PhiloLogic